Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.168 Dem. 23.171 (English) >>Dem. 23.174

23.170τῶν δὲ Θρᾳκῶν ἁπάντων χαλεπῶς ἐνεγκόντων ἐπὶ τούτοις, καὶ συστραφέντων τοῦ τε Βηρισάδου καὶ τοῦ Ἀμαδόκου, ἰδὼν τὸν καιρὸν τοῦτον Ἀθηνόδωρος, συμμαχίαν ποιησάμενος πρὸς τούτους οἷος ἦν πολεμεῖν. ἐν φόβῳ δὲ καταστάντος τοῦ Κερσοβλέπτου γράφει Ἀθηνόδωρος συνθήκας, καθʼ ἃς ἀναγκάζει τὸν Κερσοβλέπτην ὀμόσαι πρός θʼ ὑμᾶς καὶ τοὺς βασιλέας εἶναι μὲν τὴν ἀρχὴν κοινὴν τῆς Θρᾴκης εἰς τρεῖς διῃρημένην, πάντας δʼ ὑμῖν ἀποδοῦναι τὴν χώραν. 23.171ὡς δʼ ἐν ἀρχαιρεσίαις ὑμεῖς Χαβρίαν ἐπὶ τὸν πόλεμον τοῦτον κατεστήσατε, καὶ τῷ μὲν Ἀθηνοδώρῳ συνέβη διαφεῖναι τὴν δύναμιν χρήματʼ οὐκ ἔχοντι παρʼ ὑμῶν οὐδʼ ἀφορμὴν τῷ πολέμῳ, τῷ Χαβρίᾳ δὲ μίαν ναῦν ἔχοντι μόνην ἐκπλεῖν, τί ποιεῖ πάλιν οὗτος Χαρίδημος; ἃς μὲν ὤμοσε πρὸς τὸν Ἀθηνόδωρον συνθήκας ἔξαρνος γίγνεται καὶ τὸν Κερσοβλέπτην ἀρνεῖσθαι πείθει, γράφει δʼ ἑτέρας πρὸς τὸν Χαβρίαν ἔτι τῶν πρὸς Κηφισόδοτον δεινοτέρας· οὐκ ἔχων δʼ ἐκεῖνος, οἶμαι, δύναμιν στέργειν ἠναγκάζετο τούτοις. 23.172ἀκούσαντες δʼ ὑμεῖς ταῦτα, ἐν τῷ δήμῳ λόγων ῥηθέντων πολλῶν καὶ τῶν συνθηκῶν ἀναγνωσθεισῶν, οὔτε τὴν Χαβρίου δόξαν αἰσχυνθέντες οὔτε τῶν συναγορευόντων οὐδένα, ἀπεχειροτονήσατε καὶ ταύτας πάλιν τὰς συνθήκας, καὶ ψηφίζεσθε ψήφισμα Γλαύκωνος εἰπόντος ἑλέσθαι πρέσβεις δέκʼ ἄνδρας ἐξ ὑμῶν αὐτῶν, τούτους δέ, ἂν μὲν ἐμμένῃ ταῖς πρὸς Ἀθηνόδωρον συνθήκαις, ὁρκίσαι πάλιν αὐτόν, εἰ δὲ μή, παρὰ μὲν τοῖν δυοῖν βασιλέοιν ἀπολαβεῖν τοὺς ὅρκους, πρὸς δʼ ἐκεῖνον ὅπως πολεμήσετε βουλεύεσθαι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.168 Dem. 23.171 (English) >>Dem. 23.174

Powered by PhiloLogic